Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.62 | Dem. 20.66 (English) | >>Dem. 20.69 |
20.64ἠκούσατε μὲν τῶν ψηφισμάτων , ὦ ἄνδρες δικασταί . τούτων δʼ ἴσως ἔνιοι τῶν ἀνδρῶν οὐκέτʼ εἰσίν . ἀλλὰ τὰ ἔργα τὰ πραχθέντʼ ἔστιν , ἐπειδήπερ ἅπαξ ἐπράχθη . προσήκει τοίνυν τὰς στήλας ταύτας κυρίας ἐᾶν τὸν πάντα χρόνον , ἵνʼ , ἕως μὲν ἄν τινες ζῶσι , μηδὲν ὑφʼ ὑμῶν ἀδικῶνται , ἐπειδὰν δὲ τελευτήσωσιν , ἐκεῖναι τοῦ τῆς πόλεως ἤθους μνημεῖον ὦσι , καὶ παραδείγμαθʼ ἑστῶσι τοῖς βουλομένοις τι ποιεῖν ὑμᾶς ἀγαθόν , ὅσους εὖ ποιήσαντας ἡ πόλις ἀντʼ εὖ πεποίηκεν .
20.65καὶ μὴν μηδʼ ἐκεῖνʼ ὑμᾶς , ὦ ἄνδρες Ἀθηναῖοι , λανθανέτω , ὅτι τῶν αἰσχίστων ἐστὶν πάντας ἀνθρώπους ἰδεῖν καὶ ἀκοῦσαι τὰς μὲν συμφοράς , αἷς διʼ ὑμᾶς ἐχρήσανθʼ οἱ ἄνδρες οὗτοι , πάντα τὸν χρόνον κυρίας αὐτοῖς γεγενημένας , τὰς δὲ δωρειάς , ἃς ἀντὶ τούτων ἔλαβον παρʼ ὑμῶν , καὶ δὴ λελυμένας .
20.66πολὺ γὰρ μᾶλλον ἥρμοττεν τὰ δοθέντʼ ἐῶντας τῶν ἀτυχημάτων ἀφαιρεῖν ἢ τούτων μενόντων τὰς δωρειὰς ἀφαιρεῖσθαι . φέρε γὰρ πρὸς Διός , τίς ἔστιν ὅστις εὖ ποιεῖν ὑμᾶς βουλήσεται , μέλλων , ἂν μὲν ἀποτύχῃ , παραχρῆμα δίκην δώσειν τοῖς ἐχθροῖς , ἂν δὲ κατορθώσῃ , τὰς χάριτας παρʼ ὑμῶν ἀπίστους ἕξειν ;
πάνυ τοίνυν ἀχθοίμην ἄν , ὦ ἄνδρες δικασταί , εἰ τοῦτο μόνον δόξαιμι δίκαιον κατηγορεῖν τοῦ νόμου , ὅτι πολλοὺς ξένους εὐεργέτας ἀφαιρεῖται τὴν ἀτέλειαν , τῶν δὲ πολιτῶν μηδένʼ ἄξιον δοκοίην ἔχειν δεῖξαι τῶν εὑρημένων ταύτην τὴν τιμήν . καὶ γὰρ τἄλλʼ ἀγάθʼ εὐξαίμην ἂν ἔγωγε παρʼ ἡμῖν εἶναι πλεῖστα , καὶ ἄνδρας ἀρίστους καὶ πλείστους εὐεργέτας τῆς πόλεως πολίτας εἶναι .
20.67
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.62 | Dem. 20.66 (English) | >>Dem. 20.69 |